The Return of the Philhellenes to Their Common Homeland [GR]
περὶ νόστου εἰς πατρίδα ἅπασιν τοῖς Ἑλληνίζουσι κοινήν
προπεμπτικος λόγος Ῥογήρου τοῦ γραμματικοῦ
ἀεὶ θαυμάζω τοὺς τοιαύτας πανηγύρεις συναγαγόντας, ὧν τὸν οὐρανὸν δήπου νῦν ἐν τῷ Ματρίτῳ γιγνόμενον ἐν τοῖς κάλλιστα ἂν ἐνέγκαιμι, ὅτι ἡμῖν καίπερ σποράδην κατοικοῦσι πανταχοῦ τῆς οἰκουμένης καιρὸν διδόασιν συνελθεῖν εἰς ταὐτόν· δυνάμεθα μὲν γὰρ ἅμα εἰς δεινῶν διδασκάλων φοιτᾶν καὶ οὕτω ἀλλήλοις διαλεγόμενοι μελετᾶν τὴν ἕξιν λέγειν ὧν μεμαθήκαμεν. δυνάμεθα δὲ καὶ ἅμα ἐπιδείξεις τε ἀκροάσασθαι περὶ ποικίλων πραγμάτων καὶ μάλα λόγου ἄξια μνημεῖα ἐν τῇ πόλει ἐπισκέψασθαι. ἔτι δὲ καὶ οἷοί τ’ ἐσμεν ἐνταῦθά γε φιλίας μὲν εὑρεῖν πιστοτάτας, συνουσίαις δὲ ἐντυχεῖν παντοδαπωτάταις, ἐν ᾧ τάς τε παλαιὰς ξενίας ἀνανεούμεθα καὶ καινὰς ἑτέρας ποιούμεθα. πρὸς δὲ τούτοις δικαίως ἐπαινῶ τοὺς ταυτηνὶ τὴν πανήγυριν καταστήσαντας ὅτι εὐκαιρίαν παρέχουσιν ἡμῖν ἀναμνησθῆναι οὐ μὴν μόνον τῆς τε φιλίας καὶ ξενίας, ὥσπερ εἴρηται, ἀλλὰ πολλῷ μᾶλλον τῆς συγγενείας τῆς πρὸς ἀλλήλους ὑπαρχούσης καὶ ἐπὶ ταύτην τραπέσθαι.
τίς δ’ οὖν αὕτη ἡ συγγενεία ἅπασιν ἡμῖν κοινὴ καίπερ σποράδην κατοικοῦσιν; ἐρῶ δή, ἐὰν δόξητε ὑμῖν μήκετι εἰδέναι, εἴτε οὔπω ἀναμνησθέντες εἴτε οὐ πάνυ συνειδότες αὐτοῖς ἢ αὐταῖς ὑμῖν.
πρῶτον μὲν οὖν πάντων δεῖ με τοῦ λόγου ἄρξασθαι μνήμην ποιούμενον οὗ εἶπέ ποτε ὅ τε ποιητὴς καὶ συγγραφεὺς Jorge Luis Borges, τό todos somos griegos en el destierro. δοκεῖ γὰρ ἔμοιγε οὗτος ὁ σοφὸς οὐκ ἀποτυγχάνειν τῆς ἀληθείας· οὐ μὲν γὰρ πολὺ διαφέρει πόθεν ἂν εἴη τις, ποῦ δ’ ἂν τῆς γῆς τις κατοικοίη, κατεσκήνωκε γὰρ εἶδός τι τῆς παιδείας ἐν ταῖς ἡμετέραις ψυχαῖς, δῆλα δὴ ὅτι ἡ τῶν Ἑλλήνων παιδεία. ταύτην δ’ οὖν παιδείαν, κοινὴν ἡμῖν τροφόν, τὴν ἡμέτεραν πατρίδα λέγω.
συγχωρῶ δὲ ὅτι οὐκ ἔστι τοῖς πολλοῖς ταῦτα ἰδεῖν ὅσα οἱ πάλαι Ἔλληνες ἡμᾶς ἐδίδαξαν, λανθάνει γὰρ τοὺς μὴ πεπαιδευμένους, ὥσπερ τὰ μυστήρια τοὺς μὴ μεμυημένους, ἀλλ’ οὐδὲν δὲ ἧττον παραστατοῦσιν μὲν ἡμῖν πανταχοῦ οἱ πάλαι, παρεσκευασμένοι μεθ’ ἡμῶν διαλέγεσθαι καὶ ἡμᾶς ἅπαντας οἴκαδε ἄγειν εἰς τὴν πολιτείαν τῶν γραμμάτων, εἰς τὴν πατρίδα γῆν τῶν φιλοσόφων, περιμένουσι δὲ ὡς ἄφωνα φάσματα ἕως ἂν ἐπιστώμεθα Ἑλληνιστὶ ἐπᾴδειν.
πρὸ μὲν δισχιλίων ἐτῶν μέγα ἐφρόνει ὁ δυνάμενος λέγειν civis Romanus sum, πολλῷ δὲ ὕστερον τοῦ δευτέρου πολέμου πάσης τῆς οἰκουμένης γενομένου μάλα ηὔχει ὁ προστάτης Kennedy λέγων τὸ ich bin ein Berliner, πρὸς γὰρ ἡλίου δύσεις γε μέγα σύμβολον ἦν τῆς τότε ἐλευθερίας, νῦν δὲ παρὰ τοῖς εὖ πεπαιδευμένοις, λέγω γὰρ τοὺς ἀναμνησθέντας τῆς συγγενείας ἅπασιν ἡμῖν κοινῆς, οὐδὲν κρεῖττον εὔχεσθαι εἶναι ἢ τόδε· ἕλλην εἰμί, ἐλληνίζω γάρ.
ὅταν δ’ οὖν εἰς ταύτην τὴν πατρίδα νοστήσατε, μὴ φοβεῖσθε τοὺς ἀγρίους νόμους τῆς γραμματικῆς, μὴδε τὴν ἀμαθίαν τῶν ἐπιμερισμῶν, οὐ γὰρ οἷοί τ’ ἔσονται ὑμᾶς βλάπτειν διαλεγομένους μετὰ τῶν πάλαι, εἰ, ἀκούσαντες τὸ πρῶτον, τοὺς λόγους αὐτοὺς συνίετε.
εἴρηταί μοι. τούτοις οὖν τοῖς λόγοις προπέμπω ὑμᾶς εἰς τὴν πατρίδα τῶν γραμμάτων.